Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.78 Dem. 18.80 (English) >>Dem. 18.83

18.79ἐνταῦθʼ οὐδαμοῦ Δημοσθένην γέγραφεν, οὐδʼ αἰτίαν οὐδεμίαν κατʼ ἐμοῦ. τί ποτʼ οὖν τοῖς ἄλλοις ἐγκαλῶν τῶν ἐμοὶ πεπραγμένων οὐχὶ μέμνηται; ὅτι τῶν ἀδικημάτων ἂν ἐμέμνητο τῶν αὑτοῦ, εἴ τι περὶ ἐμοῦ γέγραφεν· τούτων γὰρ εἰχόμην ἐγὼ καὶ τούτοις ἠναντιούμην. καὶ πρῶτον μὲν τὴν εἰς Πελοπόννησον πρεσβείαν ἔγραψα, ὅτε πρῶτον ἐκεῖνος εἰς Πελοπόννησον παρεδύετο, εἶτα τὴν εἰς Εὔβοιαν, ἡνίκʼ Εὐβοίας ἥπτετο, εἶτα τὴν ἐπʼ Ὠρεὸν ἔξοδον, οὐκέτι πρεσβείαν, καὶ τὴν εἰς Ἐρέτριαν, ἐπειδὴ τυράννους ἐκεῖνος ἐν ταύταις ταῖς πόλεσιν κατέστησεν. 18.80μετὰ ταῦτα δὲ τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθʼ οὓς Χερρόνησος ἐσώθη καὶ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι. ἐξ ὧν ὑμῖν μὲν τὰ κάλλιστα, ἔπαινοι, δόξαι, τιμαί, στέφανοι, χάριτες παρὰ τῶν εὖ πεπονθότων ὑπῆρχον· τῶν δʼ ἀδικουμένων τοῖς μὲν ὑμῖν τότε πεισθεῖσιν σωτηρία περιεγένετο, τοῖς δʼ ὀλιγωρήσασι τὸ πολλάκις ὧν ὑμεῖς προείπατε μεμνῆσθαι, καὶ νομίζειν ὑμᾶς μὴ μόνον εὔνους ἑαυτοῖς, ἀλλὰ καὶ φρονίμους ἀνθρώπους καὶ μάντεις εἶναι· πάντα γὰρ ἐκβέβηχʼ προείπατε. 18.81καὶ μὴν ὅτι πολλὰ μὲν ἂν χρήματʼ ἔδωκε Φιλιστίδης ὥστʼ ἔχειν Ὠρεόν, πολλὰ δὲ Κλείταρχος ὥστʼ ἔχειν Ἐρέτριαν, πολλὰ δʼ αὐτὸς Φίλιππος ὥστε ταῦθʼ ὑπάρχειν ἐφʼ ὑμᾶς αὐτῷ, καὶ περὶ τῶν ἄλλων μηδὲν ἐξελέγχεσθαι μηδʼ ποιῶν ἠδίκει μηδένʼ ἐξετάζειν πανταχοῦ, οὐδεὶς ἀγνοεῖ, καὶ πάντων ἥκιστα σύ·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.78 Dem. 18.80 (English) >>Dem. 18.83

Powered by PhiloLogic